Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.44.2 | Hdt. 8.46.3 (English) | >>Hdt. 8.49.1 |
8.46.1
νησιωτέων δὲ Αἰγινῆται τριήκοντα παρείχοντο . ἦσαν μέν σφι καὶ ἄλλαι πεπληρωμέναι νέες , ἀλλὰ τῇσι μὲν τὴν ἑωυτῶν ἐφύλασσον , τριήκοντα δὲ τῇσι ἄριστα πλεούσῃσι ἐν Σαλαμῖνι ἐναυμάχησαν . Αἰγινῆται δὲ εἰσὶ Δωριέες ἀπὸ Ἐπιδαύρου ·
8.46.2 τῇ δὲ νήσῳ πρότερον οὔνομα ἦν Οἰνώνη . μετὰ δὲ Αἰγινήτας Χαλκιδέες τὰς ἐπʼ Ἀρτεμισίῳ εἴκοσι παρεχόμενοι καὶ Ἐρετριέες τὰς ἑπτά · οὗτοι δὲ Ἴωνες εἰσί . μετὰ δὲ Κήιοι τὰς αὐτὰς παρεχόμενοι , ἔθνος ἐὸν Ἰωνικὸν ἀπὸ Ἀθηνέων .
8.46.3 Νάξιοι δὲ παρείχοντο τέσσερας , ἀποπεμφθέντες μὲν ἐς τοὺς Μήδους ὑπὸ τῶν πολιητέων κατά περ οἱ ἄλλοι νησιῶται , ἀλογήσαντες δὲ τῶν ἐντολέων ἀπίκατο ἐς τοὺς Ἕλληνας Δημοκρίτου σπεύσαντος , ἀνδρὸς τῶν ἀστῶν δοκίμου καὶ τότε τριηραρχέοντος . Νάξιοι δὲ εἰσὶ Ἴωνες ἀπὸ Ἀθηνέων γεγονότες .
8.46.4 Στυρέες δὲ τὰς αὐτὰς παρείχοντο νέας τάς περ ἐπʼ Ἀρτεμισίῳ , Κύθνιοι δὲ μίαν καὶ πεντηκόντερον , ἐόντες συναμφότεροι οὗτοι Δρύοπες . καὶ Σερίφιοί τε καὶ Σίφνιοι καὶ Μήλιοι ἐστρατεύοντο · οὗτοι γὰρ οὐκ ἔδοσαν μοῦνοι νησιωτέων τῷ βαρβάρῳ γῆν τε καὶ ὕδωρ .
ch. 47
8.47.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.44.2 | Hdt. 8.46.3 (English) | >>Hdt. 8.49.1 |